Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.145 Joseph. AJ 1.150 (English) >>Joseph. AJ 1.155

1.148

Ποιήσομαι δὲ περὶ Ἑβραίων τὸν λόγον· Φαλέγου γὰρ τοῦ Ἑβέρου γίνεται παῖς Ῥεούς· τούτου δὲ Σεροῦγος, Ναχώρης υἱὸς τίκτεται· τούτου δὲ Θέρρος· πατὴρ δὲ οὗτος Ἁβράμου γίνεται, ὃς δέκατος μέν ἐστιν ἀπὸ Νώχου, δευτέρῳ δʼ ἔτει καὶ ἐνενηκοστῷ πρὸς ἐνακοσίοις μετὰ τὴν ἐπομβρίαν ἐγένετο. 1.149Θέρρος μὲν γὰρ ἑβδομηκοστῷ ποιεῖται τὸν Ἅβραμον· Ναχώρης δὲ Θέρρον εἰκοστὸν αὐτὸς ἔτος καὶ ἑκατοστὸν ἤδη γεγονὼς ἐγέννησε· Σερούγῳ δὲ Ναχώρης τίκτεται περὶ ἔτος δεύτερον καὶ τριακοστὸν καὶ ἑκατοστόν· Ῥοῦμος δὲ Σεροῦγον ἔτη τριάκοντα γεγονὼς πρὸς τοῖς ἑκατόν· ἐν δὲ τοῖς αὐτοῖς ἔτεσι καὶ Ῥοῦμον Φάλεγος ἔσχεν· 1.150Ἕβερος δὲ τετάρτῳ καὶ τριακοστῷ πρὸς τοῖς ἑκατὸν γεννᾷ Φάλεγον γεννηθεὶς αὐτὸς ὑπὸ Σέλου τριακοστὸν ἔτος ἔχοντος καὶ ἑκατοστόν, ὃν Ἀρφάξαδος ἐτέκνωσε κατὰ πέμπτον καὶ τριακοστὸν ἔτος πρὸς τοῖς ἑκατόν· Σημᾷ δὲ υἱὸς Ἀρφαξάδης ἦν μετὰ ἔτη δώδεκα τῆς ἐπομβρίας γενόμενος. 1.151Ἅβραμος δὲ εἶχεν ἀδελφοὺς Ναχώρην καὶ Ἀράνην· τούτων Ἀράνης μὲν υἱὸν καταλιπὼν Λῶτον καὶ Σάρραν καὶ Μελχὰν θυγατέρας ἐν Χαλδαίοις ἀπέθανεν ἐν πόλει Οὐρῆ λεγομένῃ τῶν Χαλδαίων, καὶ τάφος αὐτοῦ μέχρι νῦν δείκνυται. γαμοῦσι δὲ τὰς ἀδελφιδὰς Μελχὰν μὲν Ναχώρης Σάρραν δὲ Ἅβραμος. 1.152Θέρρου δὲ μισήσαντος τὴν Χαλδαίαν διὰ τὸ Ἀράνου πένθος μετοικίζονται πάντες εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ὅπου καὶ Θέρρον τελευτήσαντα θάπτουσιν ἔτη βιώσαντα πέντε καὶ διακόσια· συνετέμνετο γὰρ ἤδη τοῖς ἀνθρώποις τὸ ζῆν καὶ βραχύτερον ἐγίνετο μέχρι τῆς Μωυσέος γενέσεως, μεθʼ ὃν ὅρος ἦν τοῦ ζῆν ἑκατὸν ἔτη πρὸς τοῖς εἴκοσι τοσαῦθʼ ὁρίσαντος τοῦ θεοῦ, ὅσα καὶ Μωυσεῖ συνέβη βιῶναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.145 Joseph. AJ 1.150 (English) >>Joseph. AJ 1.155

Powered by PhiloLogic